Τίς δὲ βίος
s. VII a. C.
τίς δὲ βίος, τί δὲ τερπνὸν ἄτερ χρυσῆς Ἀφροδίτης;τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι,κρυπταδίη φιλότης καὶ μείλιχα δῶρα καὶ εὐνή,οἷ' ἥβης ἄνθεα γίγνεται ἁρπαλέαἀνδράσιν ἠδὲ γυναιξίν· ἐπεὶ δ' ὀδυνηρὸν ἐπέλθῃγῆρας, ὅ τ' αἰσχρὸν ὁμῶς καὶ κακὸν ἄνδρα τιθεῖ,αἰεί μιν φρένας ἀμφὶ κακαὶ τείρουσι μέριμναι,οὐδ' αὐγὰς προσορῶν τέρπεται ἠελίου,ἀλλ' ἐχθρὸς μὲν παισίν, ἀτίμαστος δὲ γυναιξίν·οὕτως ἀργαλέον γῆρας ἔθηκε θεός.