Πλούσιος βυρσοδέψῃ παρῳκίσθη· μὴ δυνάμενος δὲ τὴν δυσωδίαν φέρειν διετέλει ἑκάστοτε αὐτῷ ἐπικείμενος, ἵνα μεταβῇ. Ὁ δὲ ἀεὶ αὐτὸν διανεβάλλετο λέγων μετ’ ὀλίγον χρόνον μεταβήσεσθαι. Τούτου δὲ συνεχῶς γενομένου, συνέβη, χρόνου διελθόντος, τὸν πλούσιον ἠθάδα τῆς ὀσμῆς γενόμενον μηκέτι αὐτῷ διενοχλεῖν.
Ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ τῶν πραγμάτων καταπραΰνει.