ώναξ, ώι δαμάλης 'Ερως
Ὦναξ, ᾧ δαμάλης Ἔρωςκαὶ Νύμφαι κυανώπιδεςπορφυρέη τ' Ἀφροδίτησυμπαίζουσιν· ἐπιστρέφεαι δ'ὑψηλὰς κορυφὰς ὀρέων,γουνοῦμαί σε· σὺ δ' εὐμενὴςἔλθ' ἡμῖν, κεχαρισμένης δ'εὐχωλῆς ἐπακούειν.Κλευβούλῳ δ' ἀγαθὸς γενεῦσύμβουλος· τὸν ἐμὸν δ' ἔρωτ',ὦ Δεύνυσε, δέχεσθαι.