Βουκολιασταί
Δαμοίτας χὠ Δάφνις ὁ βουκόλος εἰς ἕνα χῶροντὰν ἀγέλαν ποκ᾽, Ἄρατε, συνάγαγον· ἦς δ᾽ ὃ μὲν αὐτῶνπυρρός, ὃ δ᾽ ἡμιγένειος· ἐπὶ κράναν δέ τιν᾽ ἄμφωἑσδόμενοι θέρεος μέσῳ ἄματι τοιάδ᾽ ἄειδον.πρᾶτος δ᾽ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδε·
Βάλλει τοι Πολύφαμε τὸ ποίμνιον ἁ Γαλάτειαμάλοισιν, δυσέρωτα καὶ αἰπόλον ἄνδρα καλεῦσα·καὶ τύ νιν οὐ ποθόρησθα τάλαν τάλαν, ἀλλὰ κάθησαιἁδέα συρίσδων. Πάλιν ἅδ᾽ ἴδε τὰν κύνα βάλλει,ἅ τοι τᾶν ὀΐων ἕπεται σκοπός· ἃ δὲ βαΰσδει 10εἰς ἅλα δερκομένα, τὰ δέ νιν καλὰ κύματα φαίνειἅσυχα κοχλάζοντος ἐπ᾽ αἰγιαλοῖο θέοισαν.φράζεο μὴ τᾶς παιδὸς ἐπὶ κνάμαισιν ὀρούσῃἐξ ἁλὸς ἐρχομένας, κατὰ δὲ χρόα καλὸν ἀμύξῃ.ἃ δὲ καὶ αὐτόθε τοι διαθρύπτεται· ὡς ἀπ᾽ ἀκάνθαςταὶ καπυραὶ χαῖται, τὸ καλὸν θέρος ἁνίκα φρύγει,καὶ φεύγει φιλέοντα καὶ οὐ φιλέοντα διώκει,
καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον· ἦ γὰρ ἔρωτιπολλάκις ὦ Πολύφαμε τὰ μὴ καλὰ καλὰ πέφανται.
τῷ δ᾽ ἔπι Δαμοίτας ἀνεβάλλετο καὶ τάδ᾽ ἄειδεν· 20
Εἶδον ναὶ τὸν Πᾶνα, τὸ ποίμνιον ἁνίκ᾽ ἔβαλλε,κοὔ τι ἔλαθ᾽, οὐ τὸν ἐμὸν τὸν ἕνα γλυκὺν, ᾧ ποθορῷμιἐς τέλος, αὐτὰρ ὁ μάντις ὁ Τήλεμος ἔχθρ᾽ ἀγορεύωνἐχθρὰ φέροιτο ποτὶ οἶκον, ὅπως τεκέεσσι φυλάσσοι·ἀλλὰ καὶ αὐτὸς ἐγὼ κνίζων πάλιν οὐ ποθόρημι,ἀλλ᾽ ἄλλαν τινὰ φαμὶ γυναῖκ᾽ ἔχεν· ἃ δ᾽ ἀΐοισαζαλοῖ μ᾽, ὦ Παιάν καὶ τάκεται, ἐκ δὲ θαλάσσαςοἰστρεῖ παπταίνοισα ποτ᾽ ἄντρα τε καὶ ποτὶ ποίμνας.σίξα δ᾽ ὑλακτεῖν νιν καὶ τᾷ κυνί· καὶ γὰρ ὅκ᾽ ἤρωναὐτᾶς, ἐκνυζῆτο ποτ᾽ ἰσχία ῥύγχος ἔχοισα. 30ταῦτα δ᾽ ἴσως ἐσορεῦσα ποεῦντά με πολλάκι πεμψεῖἄγγελον. αὐτὰρ ἐγὼ κλᾳξῶ θύρας, ἔστε κ᾽ ὀμόσσῃαὐτά μοι στορεσεῖν καλὰ δέμνια τᾶσδ᾽ ἐπὶ νάσω.
καὶ γάρ θην οὐδ᾽ εἶδος ἔχω κακόν, ὥς με λέγοντι.ἦ γὰρ πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα,καὶ καλὰ μὲν τὰ γένεια, καλὰ δέ μευ ἁ μία κώρα,ὡς παρ᾽ ἐμὶν κέκριται, κατεφαίνετο, τῶν δέ τ᾽ ὀδόντωνλευκοτέρα αὐγὰ Παρίας ὑπέφαινε λίθοιο.ὡς μὴ βασκανθῶ δέ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον·ταῦτα γὰρ ἁ γραία με Κοτυτταρὶς ἐξεδίδαξε. 40[ἃ πρᾶν ἀμάντεσσι παρ᾽ Ἱπποκίωνι ποταύλει].
τόσσ᾽ εἰπὼν τὸν Δάφνιν ὁ Δαμοίτας ἐφίλησε, 42χὡ μὲν τῷ σύριγγ᾽, ὁ δὲ τῷ καλὸν αὐλὸν ἔδωκεν.αὔλει Δαμοίτας, σύρισδε δὲ Δάφνις ὁ βούτας·ὠρχεῦντ᾽ ἐν μαλακᾷ ταὶ πόρτιες αὐτίκα ποίᾳ.νίκη μὰν οὐδάλλος, ἀνήσσατοι δ᾽ ἐγένοντο.