Χειμῶνος ὥρᾳ τὸν σῖτον βραχέντα οἱ μύρμηκες ἔψυχον. Τέττιξ δὲ λιμώττων ᾔτει αὐτοὺς τροφήν. Οἱ δὲ μύρμηκες εἶπον αὐτῷ· «Διὰ τί τὸ θέρος οὐ συνῆγες καὶ σὺ τροφήν;» Ὁ δὲ εἶπεν· «Οὐκ ἐσχόλαζον, ἀλλ’ ᾖδον μουσικῶς.» Οἱ δὲ γελάσαντες εἶπον· «Ἀλλ’ εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ.»
Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἐν παντὶ πράγματι, ἵνα μὴ λυπηθῇ καὶ κινδυνεύσῃ.