Ψύλλα και άνθρωπος

Aesop (620–564 a. C.)

Αισώπου Μύθοι

Ψύλλα δὲ ποτέ τινι πολλὰ ἠνώχλει.Καὶ δὴ συλλαβών· «Τίς εἶ σύ, ἀνεβόα,ὅτι πάντα μου μέλη κατεβοσκήσωεἰκῆ καὶ μάτην ἐμὲ καταναλίσκων;»Ἡ δὲ ἐβόα· «Οὕτως ζῶμεν, μὴ κτείνῃς·μέγα γὰρ κακὸν οὐ δύναμαι ποιῆσαι.»

Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη·«Ἄρτι τεθνήξῃ χερσί σου ταῖς ἰδίαις·ἅπαν γὰρ κακόν, οὐ μικρόν, οὐδὲ μέγαοὐδ’ ὅλως πρέπει καθόλου φυῆναι.»