Ψύλλα και βούς
Αισώπου Μύθοι
Ψύλλα δέ ποτε τὸν βοῦν οὕτως ἠρώτα·«Τί δὴ [παθὼν] ἀνθρώποις ὁσημέραι δουλεύεις,καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος [τυγχάνων],μοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσηςκαὶ τὸ αἷμα ⟨αὐτῶν⟩ χανδόθεν πινούσης;»Ὁ δ’· «Οὐκ ἄχαρίς εἰμι μερόπων γένει·στέργομαι γὰρ παρὰ αὐτῶν καὶ φιλοῦμαι [ἐκτόπως],τρίβομαί τε συχνῶς μέτωπόν [τε] καὶ ὤμους.»Ἡ δέ· «Ἀλλ’ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳἡ σοὶ φίλη τρίψις οἴκτιστος ⟨δὴ⟩ μόρος,ὅτε καὶ τύχῃ συμβαίνει ⟨μοι ἁλῶναι⟩.»