Κώμος

Teòcrit (260 a. C.)

Κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγεςβόσκονται κατ’ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει.Τίτυρ’, ἐμὶν τὸ καλὸν πεφιλημένε, βόσκε τὰς αἶγας,καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαν,τὸν Λιβυκὸν κνάκωνα, φυλάσσεο μή τυ κορύψῃ.

ὦ χαρίεσσ’ Ἀμαρυλλί, τί μ’ οὐκέτι τοῦτο κατ’ ἄντρονπαρκύπτοισα καλεῖς; τὸν ἐρωτύλον ἦρά με μισεῖς;ἦρά γε τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν,νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς.ἠνίδε τοι δέκα μᾶλα φέρω. τηνῶθε καθεῖλον, 10ὦ μ’ ἐκέλευ καθελεῖν τύ· καὶ αὔριον ἄλλα τοι οἰσῶ.

θᾶσαι μὰν· θυμαλγὲς ἐμὸν ἄχος. αἴθε γενοίμανἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαντὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν ᾇ τὺ πυκάσδεις.νῦν ἔγνων τὸν Ἔρωτα· βαρὺς θεός· ἦρα λέαιναςμαζὸν ἐθήλαξε, δρυμῷ τέ νιν ἔτραφε μάτηρ·ὥς με κατασμύχων καὶ ἐς ὄστιον ἄχρις ἰάπτει.ὦ τὸ καλὸν ποθορῶσα, τὸ πᾶν λίθος· ὦ κυάνοφρυνύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὡς τυ φιλήσω.ἔστι καὶ ἐν κενεοῖσι φιλήμασιν ἁδέα τέρψις. 20Τὸν στέφανον τῖλαί με καὶ αὐτίκα λεπτὰ ποησεῖς,τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα, κισσοῖο φυλάσσωἀμπλέξας καλύκεσσι καὶ εὐόδμησι σελίνοις.

ὤμοι ἐγών, τί πάθω, τί ὁ δύσσοος; οὐχ ὑπακούεις.τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι,ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς·καἴκα δὴ ’ποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται.ἔγνων πρᾶν, ὅκ’ ἐμεῦ μεμναμένῳ εἰ φιλέεις με,οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα,ἀλλ’ αὔτως ἁπαλὸν ποτὶ πάχεος ἐξεμαράνθη· 30εἶπε καὶ Ἀγροίὼ τἀλαθέα κοσκινόμαντις,ἁ πρᾶν ποιολογεῦσα παραιβάτις, οὕνεκ’ ἐγὼ μὲντὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ.ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω,τάν με καὶ ἁ Μέρμνωνος Ἐριθακὶς ἁ μελανόχρωςαἰτεῖ· καὶ δώσω οἱ, ἐπεί τύ μοι ἐνδιαθρύπτῃ.

ἄλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἆρά γ’ ἰδησῶαὐτάν; ᾈσεῦμαι ποτὶ τὰν πίτυν ὧδ’ ἀποκλινθείς·καί κέ μ’ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν.

Ἱππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι, 40μᾶλ’ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δ’ Ἀταλάνταὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατ’ ἔρωτα.

τὰν ἀγέλαν χὡ μάντις ἀπ’ Ὄθρυος ἆγε Μελάμπουςἐς Πύλον· ἃ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθημάτηρ ἁ χαρίεσσα περίφρονος Ἀλφεσιβοίας.τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μῆλα νομεύωνοὐχ οὕτως Ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας,ὥστ’ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι;Ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύωνἘνδυμίων, ζαλῶ δὲ φίλα γύναι Ἰασίωνα, 50ὃς τοσσῆν’ ἐκύρησεν, ὅσ’ οὐ πευσεῖσθε, βέβαλοι.

ἀλγέω τὰν κεφαλάν, τὶν δ’ οὐ μέλει. οὐκέτ’ ἀείδω,κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὦδε μ’ ἔδονται.ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.