Ὀλυμπιόνικος IV

Ὀλυμπιόνικοι, s. V a. C.

ἐλατὴρ ὑπέρτατε βροντᾶς ἀκαμαντόποδος Ζεῦ: τεαὶ γὰρ ὧραιὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς ἑλισσόμεναί μ' ἔπεμψανὑψηλοτάτων μάρτυρ' ἀέθλων.ξείνων δ' εὖ πρασσόντων ἔσαναν αὐτίκ' ἀγγελίαν

ποτὶ γλυκεῖαν ἐσλοί.ἀλλ', ὦ Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις,ἶπον ἀνεμόεσσαν ἑκατογκεφάλα Τυφῶνος ὀβρίμου,Οὐλυμπιονίκαν δέκευΧαρίτων ἕκατι τόνδε κῶμον,

χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν. Ψαύμιος γὰρ ἵκειὀχέων, ὅς, ἐλαίᾳ στεφανωθεὶς Πισάτιδι, κῦδος ὄρσαισπεύδει Καμαρίνᾳ. θεὸς εὔφρωνεἴη λοιπαῖς εὐχαῖς: ἐπεί νιν αἰνέω μάλα μὲντροφαῖς ἑτοῖμον ἵππων,

χαίροντά τε ξενίαις πανδόκοιςκαὶ πρὸς ἁσυχίαν φιλόπολιν καθαρᾷ γνώμᾳ τετραμμένον.οὐ ψεύδεϊ τέγξω λόγον:διάπειρά τοι βροτῶν ἔλεγχος:ἅπερ Κλυμένοιο παῖδα

Λαμνιάδων γυναικῶνἔλυσεν ἐξ ἀτιμίας.χαλκέοισι δ' ἐν ἔντεσι νικῶν δρόμονἔειπεν Ὑψιπυλείᾳ μετὰ στέφανον ἰών:“ οὗτος ἐγὼ ταχυτᾶτι:

χεῖρες δὲ καὶ ἦτορ ἴσον.φύονται δὲ καὶ νέοις ἐν ἀνδράσινπολιαὶ θαμὰ καὶ παρὰ τὸν ἁλικίαςἐοικότα χρόνον.”

Olímpica IV (a Psaumis de Camarina), de Píndaro, a partir de la transcripción de Wikisource en griego. La edición numera cada quinto verso; se omitió.

Dominio públicoEste poema está en el dominio público. Puedes leerlo, copiarlo, recitarlo y publicarlo sin pedir permiso a nadie.